The Gospel According to Matthew
Shared February 5th, 2018
Author
Share / Groups / About Author
P: 1:18–25
P: 1:18–25
NT
Matthew 1:18-25
na28
Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν.
μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ,
Temporal of 18d
na28
πρὶν ἢ συνελθεῖν αὐτοὺς
εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου.
Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν
Ground for 19c
καὶ μὴ θέλων αὐτὴν δειγματίσαι,
ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.
ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος
Temporal of 20b
ἰδοὺ ἄγγελος κυρίου κατʼ ὄναρ ἐφάνη αὐτῷ λέγων•
Ἰωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου•
na28
na28
na28
τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου.
τέξεται δὲ υἱόν,
καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν•
αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
τοῦτο δὲ ὅλον γέγονεν
ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος•
Purpose of 22
ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν,
na28
καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ,
[ὅ ἐστιν μεθερμηνευόμενον μεθʼ ἡμῶν ὁ θεός.]
ἐγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου
Temporal of 24b
ἐποίησεν
ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου
Manner of 24b
καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ,
Epexegetic καἰ (24d–25e); clarifies 24a–c
na28
καὶ οὐκ ἐγίνωσκεν αὐτὴν
ἕως οὗ ἔτεκεν υἱόν•
Temporal of 25
καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
See λαθρα in the next section referring to Herod. Comparison?
Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν. μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου.
Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.
ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατʼ ὄναρ ἐφάνη αὐτῷ λέγων• Ἰωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου• τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου.
τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν• αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος•
ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον μεθʼ ἡμῶν ὁ θεός.
ἐγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ,
καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν υἱόν• καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα
λέγοντες• ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
phrasing
Comments
Disclaimer: The opinions and conclusions expressed on this page are those of the author and may or may not accord with the positions of Biblearc or Bethlehem College & Seminary.