Phrase
editing
NT
1 John 4:1-21
cuv
sbl
分辨出於神的靈-防備假先知
親 愛 的 弟 兄 阿 、
Ἀγαπητοί,
一 切 的 靈 、 你 們 不 可 都 信 .
μὴ παντὶ πνεύματι πιστεύετε,
總 要 試 驗 那 些 靈
ἀλλὰ δοκιμάζετε τὰ πνεύματα
是 出 於 神 的 不 是 .
εἰ ἐκ τοῦ θεοῦ ἐστιν,
因 為 世 上 有 許 多 假 先 知 已 經 出 來 了 。
ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον.
從 此 你 們 可 以 認 出 神 的 靈 來 ,
ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ θεοῦ·
how?試驗
凡 靈 認 耶 穌 基 督 是 成 了 肉 身 來 的 、
πᾶν πνεῦμα [ ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ∟ ἐληλυθότα ]
就 是 出 於 神 的 . 從 此 你 們 可 以 認 出 神 的 靈 來 。
ἐκ τοῦ θεοῦ ἐστιν,
凡 靈 不 認 耶 穌 、
καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν
就 不 是 出 於 神 .
ἐκ τοῦ θεοῦ οὐκ ἔστιν·
這 是 那 敵 基 督 者 的 靈 .
καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου,
你 們 從 前 聽 見 他 要 來 . 現 在 已 經 在 世 上 了 。
ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.
小 子 們 哪 、
ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστε,
結果
你 們 是 【出於】 屬 神 的 、
τεκνία,
並 且 勝 了 他 們 .
καὶ νενικήκατε αὐτούς,
因 為 那 在 你 們 裡 面 的 、 比 那 在 世 界 上 的 更 大 。
ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ·
他 們 是 【出於】 屬 世 界 的 .
αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν·
how?分辨
所 以 論 世 界 的 事 、
διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν
世 人 (世界) 也 聽 從 他 們 。
καὶ ὁ κόσμος αὐτῶν ἀκούει.
我 們 是 【出於】 屬 神 的 .
ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν·
認 識 神 的 就 聽 從 我 們 .
ὁ γινώσκων τὸν θεὸν ἀκούει ἡμῶν,
不 【出於】 屬 神 的 就 不 聽 從 我 們 .
ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ οὐκ ἀκούει ἡμῶν.
從 此 我 們 可 以 認 出 真 理 的 靈 、 和 謬 妄 的 靈 來 。
ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.
分辨出於神的愛-彼此相愛
親 愛 的 弟 兄 阿 、
Ἀγαπητοί,
我 們 應 當 彼 此 相 愛 .
ἀγαπῶμεν ἀλλήλους,
主題:彼此相愛
因 為
ὅτι
愛 是 【出於】 從 神 來 的 .
ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν,
why? 因認識神
凡 有 愛 心 的 、
καὶ πᾶς ὁ ἀγαπῶν
都 是 由 神 而 生 、
ἐκ τοῦ θεοῦ γεγέννηται
並 且 認 識 神 。
καὶ γινώσκει τὸν θεόν.
沒 有 愛 心 的 、
ὁ μὴ ἀγαπῶν
就 不 認 識 神 .
οὐκ ἔγνω τὸν θεόν,
因 為 神 就 是 愛 。
ὅτι ὁ θεὸς ἀγάπη ἐστίν.
神 愛 我 們 的 心 、 在 此 就 顯 明 了 ,
ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν,
how? 神愛我們→差兒子→重生我們
神 差 他 獨 生 子 到 世 間 來 、
ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσμον
使 我 們 藉 著 他 得 生 、 神 愛 我 們 的 心 、 在 此 就 顯 明 了 。
ἵνα ζήσωμεν δι’ αὐτοῦ.
這 就 是 愛 了 ,
ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη,
不 是 我 們 愛 神 、
οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν θεόν,
乃 是 神 愛 我 們 、
ἀλλ’ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς
差 他 的 兒 子 、 為 我 們 的 罪 作 了 挽 回 祭 、 這 就 是 愛 了 。
καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
分辨神的同在
彼此相愛
親 愛 的 弟 兄 阿 、
ἀγαπητοί,
神 既 是 這 樣 愛 我 們 、
εἰ οὕτως ὁ θεὸς ἠγάπησεν ἡμᾶς,
我 們 也 當 彼 此 相 愛 。
καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.
從 來 沒 有 人 見 過 神 .
θεὸν οὐδεὶς πώποτε τεθέαται·
我 們 若 彼 此 相 愛 、
ἐὰν ἀγαπῶμεν ἀλλήλους,
神 就 住 在 我 們 裡 面 、 愛 他 的 心 在 我 們 裡 面 得 以 完 全 了 .
ὁ θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ ἐν ἡμῖν τετελειωμένη ἐστιν.
承認神子耶穌
從 此 就 知 道, 神 將 他 的 靈 賜 給 我 們 、 ...
Ἐν τούτῳ γινώσκομεν
我 們 是 住 在 他 裡 面 、 他 也 住 在 我 們 裡 面 。
ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν,
【因為】 神 將 他 的 靈 賜 給 我 們 、 ...
ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.
這 是 我 們 所 看 見 且 作 見 證 的 ,
καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν
父 差 子 作 世 人 的 救 主 、 這 是 我 們 所 看 見 且 作 見 證 的 。
ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου.
凡 認 耶 穌 為 神 兒 子 的 、
ὃς ἐὰν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ,
神 就 住 在 他 裡 面 、 他 也 住 在 神 裡 面 。
ὁ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ.
住在愛裏
神 愛 我 們 的 心 、 我 們 也 知 道 也 信 。
καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν.
神 就 是 愛 .
Ὁ θεὸς ἀγάπη ἐστίν,
住 在 愛 裡 面 的 、 就 是 住 在 神 裡 面 、
καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει
神 也 住 在 他 裡 面 。
καὶ ὁ θεὸς ἐν αὐτῷ μένει.
不怕審判
這 樣 、 愛 在 我 們 裡 面 得 以 完 全 、
ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ’ ἡμῶν,
我 們 就 可 以 在 審 判 的 日 子 、 坦 然 無 懼 .
ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως,
因 為 他 如 何 、 我 們 在 這 世 上 也 如 何 。
ὅτι καθὼς ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.
愛 裡 沒 有 懼 怕 .
φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ,
愛 既 完 全 、 就 把 懼 怕 除 去 .
ἀλλ’ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον,
因 為 懼 怕 裡 含 著 刑 罰 .
ὅτι ὁ φόβος κόλασιν ἔχει,
懼 怕 的 人 在 愛 裡 未 得 完 全 。
ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ.
分辨虛謊的人-愛神=愛人
我 們 愛 、
ἡμεῖς ἀγαπῶμεν,
因 為 神 先 愛 我 們 。
ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.
人 若 說 、 我 愛 神 、 卻 恨 他 的 弟 兄 、
ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ,
就 是 說 謊 話 的 .
ψεύστης ἐστίν·
【因為】
γὰρ
【凡】 不 ∟ 愛 他 [ 所 看 見 的 ] 弟 兄 、
ὁ ... μὴ ∟ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ [ ὃν ἑώρακεν] ,
就 不 ┼ 能 ╬ 愛 [ 沒 有 看 見 的 ] 神 。 〔 有 古 卷 作 怎 能 愛 沒 有 看 見 的 神 呢 〕
⊥ τὸν θεὸν [ ὃν οὐχ ἑώρακεν ] οὐ ┼ δύναται ╬ ἀγαπᾶν.
這 是 我 們 從 神 所 受 的 命 令
καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’ αὐτοῦ,
愛 神 的 、 也 當 愛 弟 兄 、 ... 。
ἵνα ὁ ἀγαπῶν τὸν θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.
Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον.
ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστιν,
καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.
ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ·
αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν καὶ ὁ κόσμος αὐτῶν ἀκούει.
ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν θεὸν ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.
Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται καὶ γινώσκει τὸν θεόν.
ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν, ὅτι ὁ θεὸς ἀγάπη ἐστίν.
ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δι’ αὐτοῦ.
ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν θεόν, ἀλλ’ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
ἀγαπητοί, εἰ οὕτως ὁ θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.
θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ ἐν ἡμῖν τετελειωμένη ἐστιν.
Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.
καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου.
ὃς ἐὰν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ.
καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν. Ὁ θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει καὶ ὁ θεὸς ἐν αὐτῷ μένει.
ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ’ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.
φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ’ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ.
ἡμεῖς ἀγαπῶμεν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.
ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν θεὸν ὃν οὐχ ἑώρακεν οὐ δύναται ἀγαπᾶν.
καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.
phrasing