Jam3
信仰是關乎生活的
#James
Published December 4th, 2019
Author
Share / Groups / About Author
Phrase
Phrase
NT
James 3:1-18
cuv
sbl
不要好為人師
我 的 弟 兄 們 、 不 要 多 人 作 師 傅 、
Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου,
命令:不要多作教導
因 為 曉 得 我 們 要 受 更 重 的 判 斷(審判) 。
εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα·
理由:更大審判
原 來 我 們 【所有人】在 許 多 事 上 都 有 過 失 (或作跌倒).
πολλὰ γὰρ πταίομεν ἅπαντες.
理由:都有過失
勒住舌頭管理全身
若 有 人 在 話 語 上 沒 有 過 失 、
εἴ τις ἐν λόγῳ οὐ πταίει,
他 就 是 完 全 人 、
οὗτος τέλειος ἀνήρ,
也 能 勒 住 自 己 的 全 身 。
δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
我 們 若 把 嚼 環 放 在 馬 嘴 裡 、 叫 他 順 服 、
εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν,
就 能 調 動 他 的 全 身 。
καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.
看 哪 、 船 隻
ἰδοὺ καὶ τὰ πλοῖα,
雖 然 甚 大 、 又 被 大 風 催 逼 、
τηλικαῦτα ὄντα καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα,
只 用 小 小 的 舵 、 就 隨 著 掌 舵 的 意 思 轉 動 。
μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται·
舌頭如火不能制服
這 樣 、 舌 頭
οὕτως καὶ ἡ γλῶσσα
在 百 體 裡 也 是 最 小 的 、
μικρὸν μέλος ἐστὶν
卻 能 說 大 話 。
καὶ μεγάλα αὐχεῖ.
看 哪 、 最 小 的 火 、 能 點  最 大 的 樹 林 .
Ἰδοὺ ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει·
舌 頭 就 是 火 、 ...
καὶ ἡ γλῶσσα πῦρ,
舌 頭 是 個 罪 惡 的 世 界 、
ὁ κόσμος τῆς ἀδικίας
在 我 們 百 體 中 、
ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν,
能 污 穢 全 身 、
ἡ σπιλοῦσα ὅλον τὸ σῶμα
也 能 把 生 命 的 輪 子 點 起 來 .
καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως
並 且 是 從 地 獄 裡 點 著 的 。
καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης.
各 類 的 走 獸 、 飛 禽 、 昆 蟲 、 水 族 、 本 來 都 可 以 制 伏 、 也 已 經 被 人 制 伏 了 .
πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ·
惟 獨 舌 頭 沒 有 人 能 制 伏 、 是 不 止 息 的 惡 物 . 滿 了 害 死 人 的 毒 氣 。
τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων· ἀκατάστατον κακόν, μεστὴ ἰοῦ θανατηφόρου.
一口兩舌不應當
我 們 用 舌 頭 頌 讚 那 為 主 為 父 的 、 又 用 舌 頭 咒 詛 那 照 著 神 形 像 被 造 的 人 .
ἐν αὐτῇ εὐλογοῦμεν τὸν κύριον καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ’ ὁμοίωσιν θεοῦ γεγονότας·
頌 讚 和 咒 詛 從 一 個 口 裡 出 來 、 我 的 弟 兄 們 、 這 是 不 應 當 的 。
ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι.
泉 源 從 一 個 眼 裡 能 發 出 甜 苦 兩 樣 的 水 麼 。
μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;
我 的 弟 兄 們 、 無 花 果 樹 能 生 橄 欖 麼 、 葡 萄 樹 能 結 無 花 果 麼 . 鹹 水 裡 也 不 能 發 出 甜 水 來 。
μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα; οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ.
分辨上頭的智慧
你 們 中 間 誰 是 有 智 慧 有 見 識 的 呢 . 他 就 當 在 智 慧 的 溫 柔 上 、 顯 出 他 的 善 行 來 。
Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας.
心 裡 若 懷 著 苦 毒 的 嫉 妒 和 分 爭 、
εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν,
屬地的智慧
你 們 ... 就 不 可 (以此)自 誇 、 也 不 可 說 謊 話 抵 擋 真 道 。
μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.
這 樣 的 智 慧 、 不 是 從 上 頭 來 的 、
οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη,
乃 是 屬 地 的 、 屬 情 慾 的 、 屬 鬼 魔 的 。
ἀλλὰ ἐπίγειος, ψυχική, δαιμονιώδης·
在 何 處 有 嫉 妒 分 爭 、 就 在 何 處 有 擾 亂 、 和 各 樣 的 壞 事 。
ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.
惟 獨 從 上 頭 來 的 智 慧 、
ἡ δὲ ἄνωθεν σοφία
屬天的智慧
先 是
πρῶτον μὲν
清 潔 、 後 是 和 平 、 溫 良 柔 順 、 滿 有 憐 憫 、 多 結 善 果 、 沒 有 偏 見 、 沒 有 假 冒 。
ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος·
並 且 使 人 和 平 的 、 是 用 和 平 所 栽 種 的 義 果 。
δὲ
καρπὸς ... δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα·
πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.
ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται·
οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ μεγάλα αὐχεῖ. Ἰδοὺ ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει·
G849+1
καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης.
πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ·
τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων· ἀκατάστατον κακόν, μεστὴ ἰοῦ θανατηφόρου.
ἐν αὐτῇ εὐλογοῦμεν τὸν κύριον καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ’ ὁμοίωσιν θεοῦ γεγονότας·
ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι.
μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;
μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα; οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ.
Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας.
εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.
οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλὰ ἐπίγειος, ψυχική, δαιμονιώδης·
ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.
ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος·
καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
phrasing
Comments
Disclaimer: The opinions and conclusions expressed on this page are those of the author and may or may not accord with the positions of Biblearc or Bethlehem College & Seminary.